Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 31.5 Dem. 31.8 (English) >>Dem. 31.11

31.7 ὅταν μέν σοι δοκῇ πάντα τὰ Ἀφόβου διασῴζειν, τό τε χωρίον ἔσται ταλάντου μόνον ἄξιον, καὶ τὴν οἰκίαν ἐν δισχιλίαις προσέξεις, τε προὶξ ὀγδοήκοντα μναῖ γενήσονται, καὶ ἀξιώσεις ἔχειν ἀμφότερα· ὅταν δέ σοι μὴ συμφέρῃ, τἀναντία πάλιν μὲν οἰκία ταλάντου, διότι νῦν ἐγὼ ταύτην ἔχω, τοῦ δὲ χωρίου τὸ περιὸν οὐκ ἐλάττονος δυοῖν ἄξιον, ἵνʼ ἐγὼ δοκῶ βλάπτειν τοῦτον, οὐκ ἀποστερεῖσθαι; 31.8ὁρᾷς ὡς ὑποκρίνει μὲν δεδωκέναι τὴν προῖκα, φαίνει δὲ κατʼ οὐδʼ ὁντινοῦν τρόπον δεδωκώς; τὰ γὰρ ἀληθῆ καὶ μὴ κακουργούμενα τῶν πραγμάτων ἁπλῶς, οἷʼ ἂν ἐξ ἀρχῆς πραχθῇ, τοιαῦτʼ ἐστίν· σὺ δὲ τοὐναντίον ἐξελέγχει πράξας εἰς τὴν καθʼ ἡμῶν ὑπηρεσίαν.

31.9ἄξιον τοίνυν καὶ τὸν ὅρκον, ὁποῖόν τινʼ ἂν ὤμοσεν, εἴ τις ἔδωκεν, ἐκ τούτων ἰδεῖν. ὃς γὰρ ὀγδοήκοντα μνᾶς ἔφη τὴν προῖκʼ εἶναι, εἰ τότʼ αὐτῷ τις ἔδωκεν, ὀμόσαντι ταῦτʼ ἀληθῆ λέγειν, κομίσασθαι, τί ἐποίησεν ἄν; δῆλον ὅτι ὤμοσεν; τί γὰρ καὶ λέγων οὐ φήσει τότʼ ἂν ὀμόσαι, νῦν γε τοῦτʼ ἀξιῶν; οὐκοῦν ὅτι γʼ ἐπιώρκησεν ἄν, ἑαυτὸν ἐξελέγχει· νῦν γὰρ οὐκ ὀγδοήκοντα μνᾶς, ἀλλὰ τάλαντον δεδωκέναι φησίν. τί μᾶλλον ἂν οὖν εἰκότως τις αὐτὸν ἐκεῖνʼ ἐπιορκεῖν τάδʼ ἡγοῖτο; τίνα τις δικαίως ἂν ἔχοι περὶ τούτου διάνοιαν, τοῦ ῥᾳδίως οὕτως αὑτὸν ἐξελέγχοντος ὄντʼ ἐπίορκον;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 31.5 Dem. 31.8 (English) >>Dem. 31.11

Powered by PhiloLogic